В настоящем издании представлены четыре книги трактата «Об учениях Гиппократа и Платона» Галена – выдающегося римского врача и философа II–III вв., создателя теоретико-практической системы, ставшей основой развития медицины и естествознания в целом вплоть до научных революций XVII – XIX вв. Публикуемые переводы снабжены обширной вступительной статьей, примечаниями и библиографией, в которых с позиций междисциплинарного анализа разбираются основные идеи Галена. Методология, предложенная в издании, позволяет показать взаимовлияние натурфилософии и медицины. Представленное сочинение является характерным примером связи общетеоретических, натур философских взглядов Галена и его практической деятельности как врача. Публикуемая работа – демонстрация прекрасного владения эмпирическим методом и навыками синтетического мышления, построенного на принципах рациональной медицины. Все это позволяет комплексно осмыслить историческое значение работ Галена.
Приведённый ознакомительный фрагмент книги Сочинения. Том 4 предоставлен нашим книжным партнёром — компанией ЛитРес.
Купить и скачать полную версию книги в форматах FB2, ePub, MOBI, TXT, HTML, RTF и других
ΓΑΛΗΝΟΥ. ΠΕΡΙ ΤΩΝ ΙΠΠΟΚΡΑΤΟΥΣ ΚΑΙ ΠΛΑΤΩΝΟΣ ΔΟΓΜΑΤΩΝ
Γален. Об учениях Гиппократа и Платона
Древнегреческий текст трактата Галена «Об учениях Гиппократа и Платона» приводится по изданию «On the doctrines of Hippocrates and Plato = De Placitis Hippocratis et Platonis / Galen; edition, translation and commentary by Phillip de Lacy. — Berlin: Akademie Verlag, cop. 2005. — 3 vol. (836 p.) — (Corpus medicorum graecorum, ISSN 0070–0347; V / 4,1,2)» с письменного разрешения Департамента прав и лицензий издательства De Gruyter от 26.08.2016.
ΒΙΒΛΙΟΝ ΕΚΤΟΝ[96]
6.1.1. Προὔκειτο µὲν ἐξ ἀρχῆς ἐπισκέψασθαι περὶ τῶν διοικουσῶν ἡµᾶς δυνάµεων, εἴτ’ ἐκ τῆς καρδίας µόνης ὁρµῶνται σύµπασαι, καθάπερ ᾿Αριστοτέλης τε καὶ Θεόφραστος ὑπελάµβανον, εἴτε τρεῖς ἀρχὰς αὐτῶν τίθεσθαι βέλτιον, ὡς ῾Ιπποκράτης τε καὶ Πλάτων ἐδόξαζον.
6.1.2. ἐπεὶ δὲ Χρύσιππος οὐ περὶ τῶν ἀρχῶν µόνον ἠµφισβήτησε πρὸς τοὺς παλαιούς, ἀλλὰ καὶ περὶ τῶν δυνάµεων αὐτῶν οὔτε τὴν θυµοειδῆ συγχωρήσας ὑπάρχειν οὔτε τὴν ἐπιθυµητικήν, ἔδοξε χρῆναι τὴν τούτου πρότερον δόξαν ἐπισκεψαµένους οὕτως ἐπανέρχεσθαι πάλιν ἐπὶ τὸ προκείµενον ἐξ ἀρχῆς, ὡς ἐγκέφαλός τε καὶ καρδία καὶ ἧπαρ ἀρχαὶ τῶν διοικουσῶν ἡµᾶς δυνάµεών εἰσιν.
6.1.3. ἀφῖκται οὖν ὁ λόγος ἤδη πρὸς τοῦτο καὶ ἀρχὴν ἕξει γε τὴν τῶν ὀνοµάτων ἐξήγησιν οἷς ἔµπροσθέν τε ἤδη κεχρήµεθα κἀν τῷ µεταξὺ τούτῳ λόγῳ πολλάκις χρησόµεθα. πρὸς γὰρ τὸ µηδενὸς τῶν εἰρηµένων παρακούειν, ἀλλ’ ἐν ἅπασι τὸ διωρισµένον τε ἅµα καὶ σαφὲς ἕτοιµον ὑπάρχειν ἀναγκαιότατόν ἐστιν ἕκαστον τῶν ὀνοµάτων ἐφ’ ὅτου λέγεται πράγµατος ἀκριβῶς ἀφωρίσθαι.
6.1.4. καὶ γάρ τοι καὶ λύεσθαί τινα τῶν ἔµπροσθεν ἀναβληθέντων ζητηµάτων ἐκ τούτου τοῦ τρόπου συµβέβηκεν, ὥσπερ, οἶµαι, καὶ τόδε, πότερον ἐνεργείας ἢ πάθη προσαγορευτέον ἐστὶ τὴν ἐπιθυµίαν καὶ τὸν θυµὸν ὅσα τ’ ἄλλα τοιαῦτα.
6.1.5. ῾H µὲν οὖν ἐνέργεια κίνησίς ἐστι δραστική, δραστικὴν δ’ ὀνοµάζω τὴν ἐξ ἑαυτοῦ, τὸ δὲ πάθος ἐν ἑτέρῳ κίνησίς ἐστιν ἐξ ἑτέρου. ὥστε ἀναγκαῖον µὲν πολλάκις εἰς ἓν ὑποκείµενον τῷ πάθει τὴν ἐνέργειαν συνέρχεσθαι καὶ κατὰ τοῦτο διαφέρειν µηδέν, τῷ λόγῳ µέντοι διαφέρειν.
6.1.6. ἡ γὰρ ὑπὸ τοῦ τέµνοντος ἐν τῷ τεµνοµένῳ διαίρεσις, ἓν καὶ ταὐτὸν ὑπάρχουσα πρᾶγµα, τοῦ µὲν τέµνοντος ἐνέργεια, τοῦ δὲ τεµνοµένου πάθος ἐστίν.
6.1.7. οὕτως οὖν καὶ ὁ θυµὸς ἐνέργεια µέν ἐστι τοῦ θυµοειδοῦς, πάθηµα δὲ τῶν λοιπῶν τῆς ψυχῆς δύο µερῶν καὶ προσέτι τοῦ σώµατος ἡµῶν παντός, ὅταν ὑπὸ τοῦ θυµοῦ βιαίως ἄγηται πρὸς τὰς πράξεις.
6.1.8. ῾`Eν µὲν δὴ τοῦτο σηµαινόµενον ἑκατέρου τῶν ὀνοµάτων, ἕτερον δὲ τὴν µὲν ἐνέργειαν κατὰ φύσιν τινὰ κίνησιν ἡµῶν νοούντων, τὸ δὲ πάθος παρὰ φύσιν. πολλαχῶς δὲ τοῦ κατὰ φύσιν λεγοµένου, τοῦτ’ ἀκούειν χρὴ νῦν ὃ κατὰ πρῶτον λόγον ὑπὸ τῆς φύσεως γίγνεται.
6.1.9. κατὰ πρῶτον δὲ λόγον ἐκεῖνα γίγνεσθαί φαµεν ὑπὸ τῆς φύσεως, ὧν ὥσπερ σκοπῶν ἀντιποιεῖται καὶ µὴ δι’ ἀκολουθίαν τινὰ ἑτέροις ἐξ ἀνάγκης ἕπεται. ἡ τοιαύτη κίνησις κατὰ φύσιν, εἴτ’ ἐξ αὑτοῦ κινοῖτο τὸ κινούµενον εἴθ’ ὑφ’ ἑτέρου.
6.1.10. ῎Hδη µὲν οὖν οἶµαι σαφὲς εἶναι τὸ λεγόµενον, ἀλλ’ οὐδὲν χεῖρον ἐπὶ παραδειγµάτων αὐτὸ σαφέστερον ἀπεργάσασθαι. ἡ τῆς καρδίας κίνησις ἡ µὲν κατὰ τοὺς σφυγµοὺς ἐνέργειά ἐστιν, ἡ δὲ κατὰ τοὺς παλµοὺς πάθος.
6.1.11. ἐξ ἑαυτῆς µὲν γάρ ἐστι καὶ ἡ κατὰ τοὺς παλµούς, ἀλλ’ οὐ κατὰ φύσιν, ἐξ ἑαυτῆς δὲ καὶ ἡ τῶν σφυγµῶν, ἀλλὰ κατὰ φύσιν. — δεῖ δὲ τοῦ σφυγµὸς ὀνόµατος ἀκούειν οὕτως νῦν ὡς Πραξαγόρας καὶ ῾Ηρόφιλος ἅπαντές τε σχεδὸν οἱ µετ’ αὐτοὺς ἐχρήσαντο µέχρι καὶ ἡµῶν, ὡς ἥ γε παλαιοτέρα χρῆσις, ἣ κἀν τοῖς ᾿Ερασιστράτου τε καὶ ῾Ιπποκράτους εὑρίσκεται γράµµασιν, ἑτέρα τίς ἐστι καὶ λεχθήσεται περὶ αὐτῆς ἐν τοῖς µετὰ ταῦτα.
6.1.12. τὴν µέντοι τῆς καρδίας ἰδίαν κίνησιν ὀνοµαζόντων ἡµῶν σφυγµὸν ὁ παλµὸς µὲν πάθος εἶναι λεχθήσεται κατά γε τὸ δεύτερον τῆς πάθος φωνῆς σηµαινόµενον, ὁ σφυγµὸς δ’ οὐ πᾶς ἐνέργεια. τὸν γοῦν µείζονα τοῦ κατὰ φύσιν ἢ µικρότερον ἢ ὠκύτερον ἢ βραδύτερον ἢ πυκνότερον ἢ ἀραιότερον ἤ πως ἄλλως ἐξιστάµενον οὐκ ἄν τις ἐνέργειαν εἴποι κατὰ τὸ δεύτερον τῆς ἐνεργείας σηµαινόµενον· ἐξ ἑαυτῆς µὲν γὰρ ἐν τοῖς τοιούτοις σφυγµοῖς ἡ καρδία κινεῖται, κατὰ φύσιν δ’ οὐ κινεῖται.
6.1.13. ὥστ’ εἰ οὕτως ἔτυχεν, οὐδὲν εἶναι θαυµαστὸν ἓν πρᾶγµα καὶ πάθος ὀνοµάζεσθαι καὶ ἐνέργειαν, ὥσπερ τὸν µικρότερον τοῦ κατὰ φύσιν σφυγµόν, οὐ µὴν κατά γε ταὐτὸν σηµαινόµενον, ἀλλὰ κατὰ µὲν τὸ πρότερον ῥηθὲν ἐνέργειαν, ἔστι [µὲν] γὰρ καὶ ἡ κατὰ τοῦτον τὸν σφυγµὸν κίνησις δραστική, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργειαν ἀλλὰ πάθος, ὅτι µὴ κατὰ φύσιν ἐστὶν ἡ κίνησις.
6.1.14. Oὕτως οὖν ἔχει κἀπὶ τοῦ θυµοῦ καὶ τῶν ἄλλων παθῶν. ἅπαντα γὰρ ἐνέργειαί τινές εἰσι τοῦ παθητικοῦ τῆς ψυχῆς κατά γε τὸ πρῶτον τῆς ἐνεργείας σηµαινόµενον, καθ’ ὅσον δ’ ἔκφοροί τε καὶ ἄµετροι κινήσεις εἰσὶ καὶ οὐ κατὰ φύσιν, οὐκ ἐνέργειαι λέγοιντ’ ἂν ὑπάρχειν, ἀλλὰ πάθη κατὰ τὸ δεύτερον σηµαινόµενον.
6.1.15. οἷον γάρ τι κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ὁ µέγας σφυγµός ἐστι, τοιοῦτον κατὰ τὴν τοῦ θυµοειδοῦς ὁ θυµός, οἷον δ’ αὖ πάλιν ὁ µικρὸς σφυγµός, τοιοῦτον ἡ ἀθυµία. αὕτη µὲν γὰρ ἐλλιπής ἐστι κίνησις τοῦ θυµοειδοῦς, ὑπερβάλλουσα δὲ καὶ πλεονάζουσα τοῦ προσήκοντος ἡ κατὰ τοὺς θυµούς.
6.1.16. ταύτῃ τε οὖν ἐνέργειαί τε ἅµα καὶ πάθη λεχθήσονται καθ’ ἕτερόν τε καὶ ἕτερον σηµαινόµενον ἥ τε ὀργὴ καὶ ἡ λύπη καὶ ὁ φόβος καὶ ἡ ἐπιθυµία καὶ ὁ θυµὸς ὅσα τε ἄλλα τοιαῦτα, καὶ προσέτι καθ’ ὅσον ὅλον τὸ σῶµα µετὰ τῆς ψυχῆς ἀπάγεται πρὸς αὐτῶν, ἡ κίνησις τοῦ ζῴου πάθος ἔσται κατ’ ἄµφω τὰ σηµαινόµενα.
6.1.17. πολλάκις µὲν γὰρ ἕπεται τῷ θυµοειδεῖ τὰ λοιπὰ δύο, πολλάκις δὲ τῷ ἐπιθυµητικῷ, καθάπερ ἑλκόµενά τε καὶ συρόµενα παραπλήσιον τρόπον, ὡς εἰ καὶ ξυνωρίδος ἵππων ὁ µὲν ἕτερος ἰσχυρότερον ᾄξας ἐπισύρει τὸν ἕτερον ἅµ’ ἑαυτῷ µετὰ τοῦ σύµπαντος ἅρµατός τε καὶ ἡνιόχου, ὁ δ’ ἕτερος ὑπ’ ἀσθενείας ἕπεται κατεπτηχώς, αὐτὸς δ’ ὁ ἡνίοχος ἀποφέρεται βίᾳ.
6.1.18. τηνικαῦτα γὰρ ἡ µὲν κατὰ τὸν ἔκφορον ἵππον κίνησις ἐνέργειά τε καὶ πάθος αὐτοῦ λεχθήσεται, κατὰ µὲν τὸ πρότερον σηµαινόµενον ἐνέργεια, — κίνησις γάρ ἐστιν ἐξ ἑαυτοῦ—, κατὰ δὲ τὸ δεύτερον οὐκ ἐνέργεια, — παρὰ φύσιν γ’ οὖσα κίνησις αὐτῷ—, ἀλλ’ ἤδη πάθος.
6.1.19. ἡ µέντοι τοῦ ἡνιόχου κίνησις οὐδὲ καθ’ ἕτερον τῶν σηµαινοµένων ἐνέργειά ἐστιν, ἀλλὰ κατ’ ἄµφω πάθος, εἴ γε µήτ’ ἐξ ἑαυτοῦ µήτε κατὰ φύσιν ἡ κίνησις αὐτῷ. πολλαὶ γὰρ τῶν κινήσεων, εἰ καὶ µὴ δραστικαί τινές εἰσι µήτ’ ἐξ ἑαυτῶν, ἀλλὰ τῷ γε κατὰ φύσιν ὑπάρχειν ἐνέργειαι λέγονται, καθάπερ καὶ ἡ τοῦ σκέλους ἢ ὅλης τῆς χειρός.
6.1.20. ἐξ ἑτέρων γὰρ ἔχει ταῦτα τὴν ἀρχὴν τῆς κινήσεως, οὐκ ἐξ ἑαυτῶν ὥσπερ ἡ καρδία, ἀλλ’ ὅµως καὶ ἡ βάδισις ἐνέργεια σκελῶν ἐστί τε καὶ λέγεται κατὰ τὸ δεύτερον σηµαινόµενον, εἰ καί τινες ὑπ’ ἀγυµνασίας τῆς περὶ τὰ σηµαινόµενα τὴν βάδισιν οὐ σκελῶν ἐνέργειαν, ἀλλὰ διὰ σκελῶν εἶναί φασιν ἀληθὲς µέν τι λέγοντες, ἐπὶ γὰρ τὸ πρότερόν τε καὶ κυριώτερον ἔρχονται σηµαινόµενον, ὅτι µέντοι µόνον οὕτως λέγειν ἀξιοῦσιν καὶ µὴ συγχωροῦσι καὶ κατὰ θάτερον ἑρµηνεύειν, οὐκ ὀρθῶς ποιοῦσιν.
6.1.21. Oὕτως οὖν καὶ ὁ θυµὸς καὶ ἡ ἐπιθυµία καὶ πάθη καὶ ἐνέργειαι λεχθήσονται· τῶν γὰρ τῆς ψυχῆς συµφύτων δυνάµεων κινήσεις τινὲς ἄµετροί τε καὶ οὐ κατὰ φύσιν ὄντα διότι µὲν ἐξ ἑαυτῶν ἐκεῖναι κινοῦνται, διὰ τοῦτ’ ἐνέργειαι τῶν δυνάµεών εἰσιν, διότι δ’ ἀµέτρως, διὰ τοῦτο πάθη.
6.1.22. καὶ τῆς ὅλης µὲν ψυχῆς καὶ αὐτῶν δὲ τῶν κινουµένων δυνάµεων ἀµφοτέρων αἱ κινήσεις αὗται παρὰ φύσιν εἰσίν· ταῖς µὲν ἀλόγοις δυνάµεσι διὰ τὴν ἀµετρίαν, τῇ δ’ ὅλῃ ψυχῇ διότι κατὰ φύσιν [ἐπεὶ] οὐχ ὑπὸ τῶν τοῦ παθητικοῦ κινήσεων, ἀλλ’ ὑπὸ τῶν τοῦ λογιστικοῦ κρίσεων ἐπιτροπεύεσθαί τε καὶ διοικεῖσθαί φαµεν τὸν βίον ἡµῶν. ὅταν οὖν ἔµπαλιν διοικώµεθα, παρὰ φύσιν τε δηλονότι καὶ διὰ τοῦτο καὶ κατὰ πάθος ὁ τοιοῦτος βίος ἐπιτελεῖται.
6.1.23. διὰ ταύτας µὲν ἤδη τὰς αἰτίας, ἄν τ’ ἐνέργειάν τις ἄν τε πάθος εἴπῃ τὸν θυµὸν ἢ τὴν ἐπιθυµίαν ἤ τι τῶν ἄλλων τῶν κατὰ ταῦτα παθῶν, οὐ χρὴ µέµφεσθαι τούτῳ, πρὶν ἐρέσθαι τὰ σηµαινόµενα ἐκ τῆς φωνῆς, ἐφ’ ὅ τι φέρων οὕτως ὠνόµασεν.
6.1.24. Eὑρίσκεται δὲ καὶ Πλάτων αὐτὸς ἐνίοτε µὲν ἐνεργείας, ἐνίοτε δὲ πάθη προσαγορεύων τό τε διψῆν καὶ τὸ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ τοὺς θυµούς.
6.1.25. καὶ µὲν δὴ καὶ ὡς οὐδὲν διαφέρει πρός γε τὰ παρόντα τὸ οὕτως ἢ ἐκείνως ὀνοµάζειν, ἐν τῷ τετάρτῳ τῆς Πολιτείας ὧδε γράφει· “ἆρ’ οὖν, ἦν δ’ ἐγώ, τὸ ἐπινεύειν τῷ ἀνανεύειν καὶ τὸ ἐφίεσθαί τινος λαβεῖν τῷ ἀπαρνεῖσθαι καὶ τὸ προσάγεσθαι τῷ ἀπωθεῖσθαι, πάντα τὰ τοιαῦτα τῶν ἐναντίων ἀλλήλοις θείης εἴτε ποιηµάτων εἴτε παθηµάτων;”
6.1.26. διὰ παραδειγµάτων δ’ ἐναργέστερον τοῦτο διδάξαι προελόµενος ἐπιφέρων φησί· “τί οὖν; ἦν δ’ ἐγώ, διψῆν καὶ πεινῆν καὶ ὅλως τὰς ἐπιθυµίας καὶ αὖ τὸ ἐθέλειν καὶ τὸ βούλεσθαι, οὐ πάντα ταῦτα εἰς ἐκεῖνά ποι ἂν θείης τὰ εἴδη τὰ νῦν δὴ λεχθέντα; οἷον ἀεὶ τὴν τοῦ ἐπιθυµοῦντος ψυχὴν οὐχὶ ἤτοι ἐφίεσθαι φήσεις ἐκείνου οὗ ἂν ἐπιθυµῇ, ἢ προσάγεσθαι τοῦτο ὃ ἂν βούληταί <οἱ> γενέσθαι, ἢ αὖ, καθόσον ἐθέλει τί οἱ πορισθῆναι, ἐπινεύειν τοῦτο πρὸς αὐτὴν ὥσπερ τινὸς ἐρ‹ωτ›ῶντος ἐπορεγοµένην αὐτοῦ τῆς γενέσεως; — ἔγωγε—. τί δέ; τὸ ἀβουλεῖν καὶ µὴ ἐθέλειν µηδ’ ἐπιθυµεῖν οὐκ εἰς τὸ ἀπωθεῖν καὶ ἀπελαύνειν ἀπ’ αὐτῆς καὶ εἰς ἅπαντα τὰ ἐναντία ἐκείνοις θήσοµεν;”
6.1.27. αὗται µὲν αἱ τοῦ Πλάτωνος ῥήσεις, οὐ µόνον ὅπερ ἐλέγοµεν ἐπιδεικνύουσαι σαφῶς, ὡς τὸ πεινῆν καὶ τὸ διψῆν καὶ ὅλως τὸ ἐπιθυµεῖν τινος ἢ ἐφίεσθαί τε καὶ φεύγειν εἴτε ποιήµατά τις εἴτε παθήµατα, τουτέστιν εἴτε ἐνεργείας εἴτε πάθη προσαγορεύσειεν, οὐδὲν διαφέρει, ἀλλὰ καὶ περὶ τῶν µερῶν τῆς ψυχῆς διδάσκουσαι.
6.2.1. Διὸ καὶ καλῶς ἂν ἔχοι µὴ παραδραµεῖν αὐτάς, ἀλλ’ ὅλον ἀναλαβεῖν τὸν λόγον ὃν ἐν τῷ τετάρτῳ τῆς Πολιτείας διῆλθεν ὑπὲρ τοῦ τρία τὰ τῆς ψυχῆς ἡµῶν ὑπάρχειν εἴδη. προσέχειν δὲ χρὴ κἀνταῦθα τῷ λεγοµένῳ τὸν νοῦν ἀπ’ αὐτῶν ἀρξαµένους αὖθις τῶν ὀνοµάτων καὶ µὴ νοµίζειν ἐπιλανθά νεσθαι τὸν Πλάτωνα τῶν ὑφ’ ἑαυτοῦ λεγοµένων, ἐπειδὰν εἴδη τρία τὴν ψυχὴν ἡµῶν ἔχειν εἰπὼν αὖθις εἰς τρία µέρη διαιρεῖσθαι φάσκῃ.
6.2.2. καὶ γὰρ εἴδη καὶ µέρη ψυχῆς ὀρθῶς ἄν τις ὀνοµάζοι τὸ λογιστικὸν καὶ τὸ θυµοειδὲς καὶ τὸ ἐπιθυµητικόν, ὥσπερ εἰ καὶ σώµατος εἴδη τις εἰπὼν εἶναι φλέβα καὶ ἀρτηρίαν καὶ νεῦρον ὀστοῦν τε καὶ χόνδρον καὶ σάρκα καὶ τἆλλα ὅσα τοιαῦτα, µετὰ ταῦθ’ ὡς περὶ µερῶν αὐτῶν διαλέγοιτο.
6.2.3. καὶ γὰρ καὶ µέρη τοῦ σώµατος ἡµῶν ἀληθῶς ἄν τις εἶναι λέγοι τὰ τοιαῦτα, — συµπληροῦται γὰρ τὸ ὅλον ἐξ αὐτῶν—, καὶ µέντοι καὶ εἴδη τοῦ σώµατος οὐδὲν ἧττον·ἐν µόνοις γὰρ τοῖς ὁµοιοµερέσι τὸ διαφέρον εἶδος οὐκ ἔστιν, οἷον τὸ τῆς σαρκὸς µέρος ἢ τὸ τῆς φλεβὸς ἢ τὸ τῆς πιµελῆς, οὐδὲ ἀληθὲς εἰπεῖν ἐπὶ τῶν τοιούτων ν ὡς ἐκ τοσῶνδέ τινων εἰδῶν σύγκειται τὸ ὅλον· ἐν δὲ τοῖς ἀνοµοιοµερέσιν ἡ τῶν εἰδῶν διαφορὰ τὸν ἀριθµὸν ὁρίζει τοῖς µορίοις. τοιοῦτον δέ τι χρῆµα καὶ ἡµῶν τὴν ψυχὴν ὁ Πλάτων εἶναί φησιν ἐκ τριῶν µερῶν συγκειµένην.
6.2.4. εἰκάζει[ν] δ’ οὕτω τὸ µὲν ἐπιθυµητικὸν θηρίῳ ποικίλῳ τε καὶπολυκεφάλῳ, τὸ δὲ θυµοειδὲς λέοντι, τὸ δὲ λογιστικὸν ἀνθρώπῳ. αὕτη γὰρ ἡ εἰκὼν οἰκειοτέρα τῆς κατὰ τὸν Φαῖδρον, ἐν ᾗ τῶν εἰδῶν ἱπποµόρφω µέν τινε δύο φησὶν ὑπάρχειν, ἡνίοχον δὲ τρίτον. ἀλλὰ καὶ ἐν τῷ τῆς Πολιτείας ἐνάτῳ τῆς προτέρας εἰκόνος ἐµνηµόνευσεν, ὡς σαφέστερον ἐνδεικνύµενος ὁποῖον ἕκαστόν ἐστι τῶν εἰδῶν τῆς ψυχῆς.
6.2.5. ὁ µὲν οὖν Πλάτων καὶ τοῖς τόποις τοῦ σώµατος κεχωρίσθαι νοµίζων αὐτὰ καὶ ταῖς οὐσίαις πάµπολυ δια<λ>λάττειν εὐλόγως εἴδη τε καὶ µέρη προσαγορεύει· ὁ δ’ ᾿Αριστοτέλης τε καὶ ὁ Ποσειδώνιος εἴδη µὲν ἢ µέρη ψυχῆς οὐκ ὀνοµάζουσιν, δυνάµεις δ’ εἶναί φασι µιᾶς οὐσίας ἐκ τῆς καρδίας ὁρµωµένης· ὁ δὲ Χρύσιππος ὥσπερ εἰς µίαν οὐσίαν, οὕτως καὶ εἰς δύναµιν µίαν ἄγει καὶ τὸν θυµὸν καὶ τὴν ἐπιθυµίαν.
6.2.6. ἀλλ’ ὅτι µὲν οὐκ ὀλίγον ἁµαρτάνει τῆς ἀληθείας ὁ ἀνὴρ οὗτος, αὐτάρκως ἡµῖν ἐπιδέδεικται· ὅτι δὲ οἱ περὶ τὸν ᾿Αριστοτέλην σφάλλονται µιᾶς οὐσίας τὰς τρεῖς δυνάµεις εἶναι νοµίζοντες, ἔν τε τοῖς ἔµπροσθεν ἱκανῶς ἐπιδέδεικται καὶ οὐδὲν ἧττον ὁ µετὰ τοῦτον λόγος ἀποδείξει.
6.2.7. Πρότερον δὲ ὅτι Πλάτων αὐτὸς εἴδη τε καὶ µέρη ψυχῆς ὀνοµάζει τό τε λογιστικὸν καὶ τὸ θυµικὸν καὶ τὸ ἐπιθυµητικόν, ἐξ αὐτῶν τῶν ῥήσεων αὐτοῦ πιστωσόµεθα. ἐν µὲν οὖν τῷ Τιµαίῳ περὶ τῆς ἐπιθυµητικῆς ψυχῆς, ἧς καὶ τὰ φυτὰ µετέχει<ν> φησί, διαλεγόµενος ὧδέ πως γράφει· “µετέχει γε µὴν τοῦτο ὃ νῦν λέγοµεν τοῦ τρίτου ψυχῆς εἴδους, ὃ µεταξὺ φρενῶν ὀµφαλοῦ τε ἱδρῦσθαι λόγος.”
6.2.8. αὖθις δ’ ἐν τῷδε τῷ βιβλίῳ περὶ τῆς λογιστικῆς ψυχῆς διαλεγόµενος ὧδέ πώς φησι· “τὸ δὲ δὴ περὶ τοῦ κυριωτάτου παρ’ ἡµῖν ψυχῆς εἴδους διανοεῖσθαι δεῖ τῇδε, ὡς ἄρα αὐτὸ δαίµονα ὁ θεὸς ἑκάστῳ δέδωκε, τοῦτο ὃ δή φαµεν οἰκεῖν µὲν ἡµῶν ἐπ’ ἄκρῳ τῷ σώµατι, πρὸς δὲ τὴν ἐν οὐρανῷ συγγένειαν ἀπὸ γῆς ἡµᾶς αἴρειν.”
6.2.9. συναµφότερα δ’ αὖ πάλιν ἐν ταὐτῷ βιβλίῳ, τὸ ἐπιθυµητικὸν καὶ τὸ θυµοειδές, <ἐν> τῇδε τῇ ῥήσει ψυχῆς εἶδος ὠνόµασεν· “ἄλλο τι εἶδος ἐν αὐτῷ ψυχῆς προσῳκοδόµουν τὸ θνητὸν τὸ δεινὰ καὶ ἀναγκαῖα ἐν ἑαυτῷ παθήµατα ἔχον.”
6.2.10. ὁµοῦ δ’ αὖ πάλιν τὰ τρία µέρη τῆς ψυχῆς ἡµῶν εἴδη προσαγορεύει ψυχῆς ἐν ταὐτῷ βιβλίῳ τῷ Τιµαίῳ κατὰ τήνδε τὴν διήγησιν [ἔστι γάρ]· “καθάπερ εἴποµεν πολλάκις ὅτι τρία τῆς ψυχῆς ἐν ἡµῖν εἴδη κατῴκισται.”
6.2.11. ὡσαύτως δὲ κἀν τῇ Πολιτείᾳ κατὰ µὲν τὸ τέταρτον ὑπὲρ τοῦ θυµοειδοῦς προειρηκὼς ὡς ἕτερόν ἐστι τοῦ ἐπιθυµητικοῦ, κἄπειθ’ ἑξῆς ζητῶν εἰ καὶ τοῦ λογιστικοῦ διαφέρει, φησίν· “ἆρ’ οὖν ἕτερον ὂν καὶ τούτου ἢ λογιστικοῦ τι εἶδος, ὥστε µὴ τρία, ἀλλὰ δύο εἴδη εἶναι ἐν τῇ ψυχῇ, λογιστικόν τε καὶ ἐπιθυµητικόν;”
Конец ознакомительного фрагмента.
Приведённый ознакомительный фрагмент книги Сочинения. Том 4 предоставлен нашим книжным партнёром — компанией ЛитРес.
Купить и скачать полную версию книги в форматах FB2, ePub, MOBI, TXT, HTML, RTF и других